1.

[8.314] συνδραμόντων οὖν πάντων τούτων, τοῦ τε συνακτικὸν εἶναι τὸν λόγον καὶ ἀληθῆ καὶ ἀδήλου παραστατικόν, ὑφίσταται ἡ ἀπόδειξις. ἔνθεν καὶ οὕτως αὐτὴν ὑπογράφουσιν (Cfr.
SVF fr. II 266 Arn. (ed).
)˙ ‘ἀπόδειξίς ἐστι λόγος δι' ὁμολογουμένων λημμάτων κατὰ συναγωγὴν ἐπιφορὰν ἐκκαλύπτων ἄδηλον’, οἷον ὁ τοιοῦτος (Cfr. § 277 et M VII 213) ῾῾εἰ ἔστι κίνησις, ἔστι κενόν˙ ἀλλὰ μὴν ἔστι κίνησις˙ ἔστιν ἄρα κενόν᾽᾽. τὸ γὰρ εἶναι κενὸν ἄδηλόν τ' ἐστί, καὶ δι' ἀληθῶν δοκεῖ, τοῦ τε ῾῾εἰ ἔστι κίνησις, ἔστι κενόν᾽᾽ καὶ τοῦ ῾῾ἔστι δὲ κίνησις᾽᾽, κατὰ συναγωγὴν ἐκκαλύπτεσθαι.