1.

ε´ ἐκ τίνος ὕλης ἔστιν ἡ ἀπόδειξις.
[8.316] (§§ 316-320 Cfr. 145-160 et PH II 97-103) Τῶν πραγμάτων, ὡς πολλάκις προείπομεν, τὰ μὲν πεπίστευται ἐναργῆ εἶναι τὰ δὲ ἄδηλα, καὶ ἐναργῆ μὲν τὰ ἐκ φαντασίας ἀβουλήτως καὶ ἐκ πάθους λαμβανόμενα, οἷόν ἐστι νῦν τὸ ῾῾ἡμέρα ἔστιν᾽᾽, τὸ ῾῾τοῦτ' ἄνθρωπός ἐστιν᾽᾽, ἕκαστον τῶν τοιούτων, ἄδηλα δὲ τὰ μὴ οὕτως ἔχοντα.