1.

[8.317] καὶ τῶν ἀδήλων, ὥς τινες διαιρούμενοί φασιν, τὰ μέν ἐστι φύσει ἄδηλα, τὰ δ' ὁμωνύμως τῷ γένει λεγόμενα ἄδηλα. καὶ φύσει μέν ἐστιν ἄδηλα τὰ μήτε πρότερον καταληφθέντα μήτε νῦν καταλαμβανόμενα μήτε αὖθις καταληφθησόμενα, αἰώνιον δὲ ἔχοντα τὴν ἀγνωσίαν, οἷόν ἐστι τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ περισσούς.