1.

[8.320] πλὴν τοιαύτης οὔσης ἐν τοῖς πράγμασι διαφορᾶς φαμὲν τὴν ἀπόδειξιν οὔτε πρόδηλον εἶναι (οὐ γὰρ ἐξ ἑαυτῆς καὶ κατηναγκασμένου πάθους ἐγνωρίζετο) οὔτε φύσει ἄδηλον (οὐ γὰρ ἀπήλπισται ἡ κατάληψις αὐτῆς), ἀλλὰ τῆς λειπομένης τῶν ἀδήλων εἶναι διαφορᾶς, ἅπερ δεδυκυῖαν μὲν καὶ συνεσκιασμένην ἡμῖν ἔχει τὴν φύσιν, τῷ δ' ἐκ φιλοσοφίας λόγῳ δοκεῖ καταλαμβάνεσθαι.