1.

[8.321] τοῦτο δὲ οὐ βεβαίως λέγομεν, ἐπεὶ γελοῖον παραχωρήσαντας τὴν ὕπαρξιν ἔτι ἐπιζητεῖν περὶ αὐτῆς, ἀλλ' ὅτι κατ' ἐπίνοιαν τοιαύτη τυγχάνει˙ οὕτω γὰρ ἐκ τῆς τοιαύτης ἐπινοίας καὶ προλήψεως ἀνακύψει ὁ περὶ τῆς ὑπάρξεως λόγος.