HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,322
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,322.rdf
1.
[8.322] ὅτι τοίνυν τῶν ἀδήλων κατὰ τὴν ἐπίνοιάν ἐστιν ἡ ἀπόδειξις καὶ οὐ δύναται δι' αὑτῆς
γνωρίζεσθαι, ἐπιλογιστέον οὕτως. Τὸ μὲν πρόδηλον καὶ ἐναργὲς πάντῃ πρόδηλόν ἐστι καὶ ἐναργές,
συμπεφώνηταί τε παρὰ πᾶσι, καὶ οὐδεμίαν διολκὴν ἐπιδέχεται˙ τὸ δὲ ἄδηλον διαπεφώνηταί τε καὶ
εἰς διολκὴν πίπτειν πέφυκεν.