1.

[8.322] ὅτι τοίνυν τῶν ἀδήλων κατὰ τὴν ἐπίνοιάν ἐστιν ἡ ἀπόδειξις καὶ οὐ δύναται δι' αὑτῆς γνωρίζεσθαι, ἐπιλογιστέον οὕτως. Τὸ μὲν πρόδηλον καὶ ἐναργὲς πάντῃ πρόδηλόν ἐστι καὶ ἐναργές, συμπεφώνηταί τε παρὰ πᾶσι, καὶ οὐδεμίαν διολκὴν ἐπιδέχεται˙ τὸ δὲ ἄδηλον διαπεφώνηταί τε καὶ εἰς διολκὴν πίπτειν πέφυκεν.