1.

[8.323] καὶ εἰκότως˙ πᾶς γὰρ λόγος κρίνεται ὅτι ἀληθής ἐστιν ἢ ψευδής, κατὰ τὴν ἐπὶ τὸ πρᾶγμα τὸ περὶ οὗ κεκόμισται ἀναφοράν˙ ἐὰν μὲν γὰρ εὑρίσκηται σύμφωνος τῷ πράγματι τῷ περὶ οὗ κεκόμισται, ἀληθὴς εἶναι δοκεῖ, ἐὰν δὲ διάφωνος, ψευδής. οἷον ἀποφαίνεταί τις, ὅτι ἡμέρα ἔστιν˙ οὐκοῦν ἀναπέμψαντες τὸ λεγόμενον ἐπὶ τὸ πρᾶγμα, καὶ γνόντες τὴν τούτου ὕπαρξιν συνεπιμαρτυροῦσαν τῷ λόγῳ, φαμὲν ἀληθὲς εἶναι τὸ λεγόμενον.