1.

[8.324] διόπερ ὅταν μὲν ἐναργὲς ᾖ καὶ πρόδηλον τὸ πρᾶγμα τὸ περὶ οὗ ὁ λόγος κομίζεται, ῥᾴδιον ἀναπέμψαντας ἐπ' αὐτὸ τὸ λεγόμενον, τόθ' οὕτως ἢ ἀληθῆ λέγειν εἶναι τὸν λόγον ἐπιμαρτυρούμενον τῷ πράγματι ἢ ψευδῆ ἀντιμαρτυρούμενον. ὅταν δὲ ἄδηλον καθεστήκῃ τὸ πρᾶγμα καὶ ἀποκεκρυμμένον ἡμῖν, τότε μηκέτι δυναμένης ἐπὶ τοῦτο βεβαίως γίνεσθαι τῆς τοῦ λόγου ἀναπομπῆς λείπεται τὸ καταπιθανεύεσθαι καὶ ἐκ τῶν εἰκότων ἐπισπᾶσθαι τὴν διάνοιαν εἰς συγκατάθεσιν. ἄλλου δὲ ἄλλως εἰκάζοντος καὶ διαπιθανευομένου φύεται ἡ διαφωνία, μήτε τοῦ ἀποτυχόντος εἰδότος ὅτι ἀπέτυχεν, μήτε τοῦ ἐπιτυχόντος εἰδότος ὅτι ἐπέτυχεν.