1.

[8.325] ταῦτά γέ τοι καὶ σφόδρα χαριέντως ἀπεικάζουσιν οἱ σκεπτικοὶ τοὺς περὶ ἀδήλων ζητοῦντας τοῖς ἐν σκότῳ ἐπί τινα σκοπὸν τοξεύουσιν˙ ὥσπερ γὰρ τούτων εἰκός ἐστι τινὰ μὲν τυχεῖν τοῦ σκοποῦ τινὰ δ' ἀποτυχεῖν, τὸ δὲ τίς ἐπέτυχεν ἢ ἀπέτυχεν ἄγνωστον, οὕτως ἐν βαθεῖ σχεδὸν σκότῳ τῆς ἀληθείας ἀποκεκρυμμένης ἀφίενται μὲν ἐπὶ ταύτην πολλοὶ λόγοι, τὸ δὲ τίς ἐξ αὐτῶν σύμφωνός ἐστιν αὐτῇ καὶ τίς διάφωνος οὐχ οἷόν τε γινώσκειν, ἀρθέντος ἐκ τῆς ἐναργείας τοῦ ζητουμένου.