1.

[8.326] καὶ τοῦτο πρῶτον εἶπε Ξενοφάνης (21 B 34 Diels-Kranz)˙
‘καὶ τὸ μὲν οὖν σαφὲς οὔ τις ἀνὴρ ἴδεν, οὐδέ τις ἔσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων˙
εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών,
αὐτὸς ὅμως οὐκ οἶδε, δόκος δ' ἐπὶ πᾶσι τέτυκται. ’(Cfr. M VII 49, 110 et PH II 18)