1.

[8.327] (§§ 327-334 Cfr. PH II 180-181) ὥστε εἰ μὲν τὸ πρόδηλον διὰ τὴν προειρημένην αἰτίαν ἐστὶ σύμφωνον, τὸ δὲ ἄδηλον διαπεφώνηται, δεήσει καὶ τὴν ἀπόδειξιν διαφωνουμένην ἄδηλον εἶναι. ὅτι δὲ τῷ ὄντι διαπεφώνηται, οὐ πολλῶν ἡμῖν λόγων δεῖ, βραχείας δέ τινος καὶ προχείρου ὑπομνήσεως, εἴ γε οἱ μὲν δογματικοὶ τῶν φιλοσόφων καὶ οἱ λογικοὶ τῶν ἰατρῶν τιθέασιν αὐτήν, οἱ δὲ ἐμπειρικοὶ ἀναιροῦσιν (Cfr. § 191), τάχα δὲ καὶ Δημόκριτος (Cfr. 68 B 10[Unknown rendering: dep]b[End rendering] Diels-Kranz; M VII 138) (ἰσχυρῶς γὰρ αὐτῇ διὰ τῶν
Κανόνων
ἀντείρηκεν),