1.

[8.328] οἱ δὲ σκεπτικοὶ ἐν ἐποχῇ ταύτην ἐφύλαξαν, τῇ ῾῾μὴ μᾶλλον᾽᾽ (Cfr. PH I 188 et 213) ἀποφάσει χρώμενοι. τῶν τε τιθέντων αὐτὴν πάλιν ἱκανή τις ἔστι διαφωνία, καθὼς προβαίνοντος τοῦ λόγου διδάξομεν. τοίνυν ἄδηλόν τί ἐστιν ἡ ἀπόδειξις.