1.

[8.329] Καὶ μὴν εἰ πᾶσα ἀπόδειξις δόγμα ἐν τοῖς λήμμασιν αὐτῆς περιέχουσα εὐθύς ἐστι δόγμα, πᾶν δὲ δόγμα διαπεφώνηται, κατ' ἀνάγκην πᾶσα ἀπόδειξις διαπεφώνηται καὶ τῶν ζητουμένων ἐστὶ πραγμάτων. οἷον Ἐπίκουρος (
Epicurea fr. 272 Us. (ed).
) δοκεῖ ἰσχυροτάτην τεθεικέναι ἀπόδειξιν εἰς τὸ εἶναι κενὸν τοιαύτην˙ ῾῾εἰ ἔστι κίνησις, ἔστι κενόν˙ ἀλλὰ μὴν ἔστι κίνησις˙ ἔστιν ἄρα κενόν᾽᾽.