1.

[8.332] ἵνα γὰρ μὴ πολλὰς ἐπιτρέχωμεν συνημμένου κρίσεις, λέγωμεν δ' αὐτόθεν ὑγιὲς εἶναι συνημμένον τὸ μὴ ἀρχόμενον ἀπ' ἀληθοῦς καὶ λῆγον ἐπὶ ψεῦδος (Cfr. §§ 114, 268), τὸ [δ'] ῾῾εἰ ἔστι κίνησις, ἔστι κενόν᾽᾽ κατὰ μὲνἘπίκουρον ἀρχόμενον ἀπ' ἀληθοῦς τοῦ ῾῾[εἰ] ἔστι κίνησις᾽᾽ καὶ λῆγον ἐπ' ἀληθὲς ἔσται ἀληθές, κατὰ δὲ τοὺς Περιπατητικοὺς ἀρχόμενον ἀπ' ἀληθοῦς τοῦ ῾῾[εἰ] ἔστι κίνησις᾽᾽ καὶ λῆγον ἐπὶ ψεῦδος τὸ ῾῾ἔστι κενόν᾽᾽ ἔσται ψεῦδος,