HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,334
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,334.rdf
1.
[8.334] κατὰ μέντοι τοὺς σκεπτικοὺς λῆγον ἐπ' ἄδηλον
ἔσται ἄδηλον˙ τὸ γὰρ ῾῾ἔστι κενόν᾽᾽ κατ' αὐτοὺς τῶν ἀγνώστων ἐτύγχανεν. φανερὸν οὖν ἐκ τούτων,
ὅτι διαπεφώνηται τὰ λήμματα τῆς ἀποδείξεως. διάφωνα δὲ καὶ τὰ ἄδηλά ἐστιν, ὥστε καὶ ἡ ἐξ αὐτῶν
ἀπόδειξις πάντως ἄδηλος.