1.

[8.334] κατὰ μέντοι τοὺς σκεπτικοὺς λῆγον ἐπ' ἄδηλον ἔσται ἄδηλον˙ τὸ γὰρ ῾῾ἔστι κενόν᾽᾽ κατ' αὐτοὺς τῶν ἀγνώστων ἐτύγχανεν. φανερὸν οὖν ἐκ τούτων, ὅτι διαπεφώνηται τὰ λήμματα τῆς ἀποδείξεως. διάφωνα δὲ καὶ τὰ ἄδηλά ἐστιν, ὥστε καὶ ἡ ἐξ αὐτῶν ἀπόδειξις πάντως ἄδηλος.