1.

[8.335] Καὶ μὴν τῶν πρός τι ἐστὶν ἡ ἀπόδειξις˙ οὐ γὰρ καθ' ἑαυτὴν φαίνεται, πρὸς δὲ τῷ ἀποδεικνυμένῳ θεωρεῖται (Cfr. §§ 453 sqq.). τὰ δὲ πρός τι εἰ ἔστιν ἐζήτηται, καὶ πολὺς ἦν ὁ λέγων μὴ εἶναι αὐτά. τὸ δὲ διολκὴν ἔχον ἐστὶν ἄδηλον. καὶ ταύτῃ τοίνυν ἄδηλός ἐστιν ἡ ἀπόδειξις.