1.

[8.336] πρὸς τούτοις ἤτοι ἐκ φωνῆς (Cfr. §§ 11-13) συνέστηκεν ἡ ἀπόδειξις, ὡς τοῖς Ἐπικουρείοις εἴρηται, ἢ ἐξ ἀσωμάτων λεκτῶν (Cfr. §§ 12, 13 et 404), ὡς τοῖς ἀπὸ τῆς Στοᾶς. ἐξ ὁποτέρων δ' ἂν συνεστήκῃ, πολλὴν ἐπιδέχεται ζήτησιν˙ τά τε γὰρ λεκτὰ εἰ ὑφέστηκε ζητεῖται (Cfr. PH II 107), καὶ πολὺς ὁ περὶ τούτου λόγος, αἵ τε φωναὶ εἰ σημαίνουσί τι διηπόρηται (Cfr. PH II 214). εἰ δέ, ἐξ ὁποτέρας ἂν ὕλης ὑπάρχῃ ἡ ἀπόδειξις, ζητεῖται, τὸ δὲ ζητούμενόν ἐστιν ἄδηλον, πάντως ἡ ἀπόδειξίς ἐστιν ἄδηλος.
Τοῦτο μὲν οὖν˙ ὥσπερ τι στοιχεῖον τῆς μελλούσης ἀντιρρήσεως ὑποκείσθω˙ μετελθόντες δὲ ἑξῆς σκοπῶμεν καὶ περὶ τοῦ εἰ ἔστιν ἡ ἀπόδειξις.