HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,337
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,337.rdf
1.
〈ς´〉 εἰ ἔστιν ἀπόδειξις.
[8.337] (§§ 337 sqq. Cfr.
PH
II 1 sqq.) Παρεστακότες καὶ τὸ ἐκ τίνος ὕλης ἐστὶν ἡ
ἀπόδειξις, ἀκολούθως πειρασόμεθα καὶ τοὺς σαλεύοντας αὐτὴν λόγους προχειρίσασθαι, σκεπτόμενοι,
πότερον ἀκολουθεῖ τῇ ἐπινοίᾳ καὶ προλήψει ταύτης ἡ ὕπαρξις ἢ οὐδαμῶς. καίτοι τινὲς εἰώθασιν
ἡμῖν, καὶ μάλιστα οἱ ἀπὸ τῆς
Ἐπικούρουαἱρέσεως, ἀγροικότερον ἐνίστασθαι, λέγοντες
῾῾ἤτοι
νοεῖτε, τί ἐστιν ἡ ἀπόδειξις, ἢ οὐ νοεῖτε. καὶ εἰ μὲν νοεῖτε καὶ ἔχετε ἔννοιαν αὐτῆς, ἔστιν
ἀπόδειξις˙ εἰ δὲ οὐ νοεῖτε, πῶς ζητεῖτε τὸ μηδ' ἀρχὴν νοούμενον ὑμῖν;᾽᾽