1.

〈ς´〉 εἰ ἔστιν ἀπόδειξις.
[8.337] (§§ 337 sqq. Cfr. PH II 1 sqq.) Παρεστακότες καὶ τὸ ἐκ τίνος ὕλης ἐστὶν ἡ ἀπόδειξις, ἀκολούθως πειρασόμεθα καὶ τοὺς σαλεύοντας αὐτὴν λόγους προχειρίσασθαι, σκεπτόμενοι, πότερον ἀκολουθεῖ τῇ ἐπινοίᾳ καὶ προλήψει ταύτης ἡ ὕπαρξις ἢ οὐδαμῶς. καίτοι τινὲς εἰώθασιν ἡμῖν, καὶ μάλιστα οἱ ἀπὸ τῆς Ἐπικούρουαἱρέσεως, ἀγροικότερον ἐνίστασθαι, λέγοντες ῾῾ἤτοι νοεῖτε, τί ἐστιν ἡ ἀπόδειξις, ἢ οὐ νοεῖτε. καὶ εἰ μὲν νοεῖτε καὶ ἔχετε ἔννοιαν αὐτῆς, ἔστιν ἀπόδειξις˙ εἰ δὲ οὐ νοεῖτε, πῶς ζητεῖτε τὸ μηδ' ἀρχὴν νοούμενον ὑμῖν;᾽᾽