1.

[8.331a] ταῦτα γὰρ λέγοντες ὑφ' ἑαυτῶν σχεδὸν περιτρέπονται, ἐπείπερ τὸ μὲν παντὸς τοῦ ζητουμένου πρόληψιν καὶ ἔννοιαν δεῖν προηγεῖσθαι ὁμόλογόν ἐστιν. πῶς γάρ τις καὶ ζητῆσαι δύναται μηδεμίαν ἔννοιαν ἔχων τοῦ ζητουμένου πράγματος; οὔτε γὰρ ἐπιτυχὼν εἴσεται, ὅτι ἐπέτυχεν, οὔτε ἀστοχήσας, ὅτι ἠστόχησεν.