1.

[8.332a] ὥστε τοῦτο μὲν δίδομεν, καὶ τοσοῦτόν γε ἀπέχομεν τοῦ λέγειν ἔννοιαν μὴ ἔχειν παντὸς τοῦ ζητουμένου πράγματος, ὡς καὶ ἀνάπαλιν πολλάς γ' ἐννοίας αὐτοῦ καὶ προλήψεις ἔχειν ἀξιοῦν, καὶ χάριν τοῦ μὴ δύνασθαι ταύτας διακρίνειν καὶ τὴν ἐξ αὐτῶν κυριωτάτην ἀνευρεῖν εἰς ἐποχὴν καὶ ἀρρεψίαν περιίστασθαι (Cfr. PH I 190).