1.

[8.333a] εἰ μὲν γὰρ μίαν εἴχομεν τοῦ ζητουμένου πράγματος πρόληψιν, κἂν ταύτῃ συνεξακολουθήσαντες τοιοῦτ' ἐπιστεύομεν ὑπάρχειν, ὁποῖον κατὰ μίαν προσέπιπτεν ἔννοιαν˙ νῦν δ' ἐπεὶ πολλὰς ἔχομεν τοῦ ἑνὸς ἐννοίας καὶ πολυτρόπους καὶ μαχομένας καὶ ἐπ' ἴσης πιστὰς διά τε τὴν ἐν αὐταῖς πιθανότητα καὶ διὰ τὴν τῶν προϊσταμένων ἀνδρῶν ἀξιοπιστίαν, μήτε πάσαις πιστεῦσαι δυνάμενοι διὰ τὴν μάχην, μήτε πάσαις ἀπιστῆσαι τῷ μηδεμίαν ἄλλην ἔχειν αὐτῶν πιστοτέραν, μήτε τινὶ μὲν πιστεῦσαι, τινὶ δὲ ἀπιστεῖν διὰ τὴν ἰσότητα, κατ' ἀνάγκην ἤλθομεν εἰς τὸ ἐπέχειν.