HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,341
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,341.rdf
1.
[8.334a] ἀλλὰ γὰρ προλήψεις ἔχομεν τῶν πραγμάτων κατὰ τὸν ὑποδεδειγμένον τρόπον. καὶ διὰ
τοῦτο, εἰ μὲν ἡ πρόληψις κατάληψις ὑπῆρχεν, ἴσως ἂν ἐν τῷ διδόναι τὸ πρόληψιν ἔχειν τοῦ
πράγματος καὶ τὴν κατάληψιν τούτου συνωμολογοῦμεν˙ νῦν δ' ἐπεὶ ἡ πρόληψις καὶ ἡ ἔννοια τοῦ
πράγματος οὐχ ὕπαρξίς ἐστιν, ἐπινοεῖν μὲν αὐτό φαμεν, καταλαμβάνεσθαι δὲ μηδαμῶς διὰ τὰς
προεκκειμένας αἰτίας,