1.

[8.334a] ἀλλὰ γὰρ προλήψεις ἔχομεν τῶν πραγμάτων κατὰ τὸν ὑποδεδειγμένον τρόπον. καὶ διὰ τοῦτο, εἰ μὲν ἡ πρόληψις κατάληψις ὑπῆρχεν, ἴσως ἂν ἐν τῷ διδόναι τὸ πρόληψιν ἔχειν τοῦ πράγματος καὶ τὴν κατάληψιν τούτου συνωμολογοῦμεν˙ νῦν δ' ἐπεὶ ἡ πρόληψις καὶ ἡ ἔννοια τοῦ πράγματος οὐχ ὕπαρξίς ἐστιν, ἐπινοεῖν μὲν αὐτό φαμεν, καταλαμβάνεσθαι δὲ μηδαμῶς διὰ τὰς προεκκειμένας αἰτίας,