1.

[8.335a] ἐπεί τοι, εἰ αἱ προλήψεις εἰσὶ καταλήψεις, παρὰ μέρος καὶ ἡμεῖς πευσόμεθα αὐτῶν, πότερον ἔχει πρόληψιν καὶ ἐπίνοιαν Ἐπίκουρος τῶν τεττάρων στοιχείων ἢ οὐκ ἔχει, καὶ εἰ μὲν οὐκ ἔχει, πῶς ἀντιλήψεται τοῦ ζητουμένου πράγματος, καὶ τοῦτο ζητήσει οὗ μηδὲ ἐπίνοιαν ἔχει; εἰ δὲ ἔχει, πῶς οὐ κατείληφε τὸ τέσσαρα εἶναι στοιχεῖα;