HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,343
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,343.rdf
1.
[8.336a] ἀλλ' οἶμαι ὅτι ἀπολογούμενοι φήσουσιν, ὡς ἐπινοεῖ μὲν Ἐπίκουρος τὰ τέσσαρα στοιχεῖα, οὐ κατείληφε δὲ πάντως˙ ψιλὸν γὰρ κίνημά
ἐστι τῆς διανοίας ἡ ἐπίνοια, ἧς ἐχόμενος ἀντιλέγει τῷ εἶναι τέσσαρα στοιχεῖα. τοίνυν καὶ ἡμεῖς
ἔχομεν ἐπίνοιαν τῆς ἀποδείξεως, καὶ ἀπὸ ταύτης ἐξετάσομεν, εἴτε ἔστιν εἴτε καὶ μή, ταύτην δὲ
ἔχοντες οὐχὶ καὶ τὴν κατάληψινὁμολογήσομεν.