1.

[8.336a] ἀλλ' οἶμαι ὅτι ἀπολογούμενοι φήσουσιν, ὡς ἐπινοεῖ μὲν Ἐπίκουρος τὰ τέσσαρα στοιχεῖα, οὐ κατείληφε δὲ πάντως˙ ψιλὸν γὰρ κίνημά ἐστι τῆς διανοίας ἡ ἐπίνοια, ἧς ἐχόμενος ἀντιλέγει τῷ εἶναι τέσσαρα στοιχεῖα. τοίνυν καὶ ἡμεῖς ἔχομεν ἐπίνοιαν τῆς ἀποδείξεως, καὶ ἀπὸ ταύτης ἐξετάσομεν, εἴτε ἔστιν εἴτε καὶ μή, ταύτην δὲ ἔχοντες οὐχὶ καὶ τὴν κατάληψινὁμολογήσομεν.