1.

[8.337a] Ἀλλὰ πρὸς μὲν τούτους καὶ αὖθίς ποτε λεχθήσεται˙ ἐπεὶ δὲ ἐμμεθόδους προσήκει ποιεῖσθαι τὰς ἀντιρρήσεις, ζητητέον, τίνι μάλιστα δεῖ ἀποδείξει ἐνίστασθαι. καὶ δὴ ἐὰν μὲν ταῖς ἐπὶ μέρους καὶ καθ' ἑκάστην τέχνην ἀποδείξεσιν ἐνίστασθαι θέλωμεν, ἀμέθοδον ποιησόμεθα τὴν ἔνστασιν, ἀπείρων οὐσῶν τῶν τοιούτων ἀποδείξεων˙