1.

[8.338] ἐὰν δὲ τὴν γενικὴν ἀπόδειξιν ἀνέλωμεν, ἥτις δοκεῖ πασῶν τῶν ἐπ' εἴδους εἶναι περιεκτική, δῆλον ὅτι ἐν ταύτῃ πάσας ἕξομεν ἀνῃρημένας. ὥσπερ γὰρ ζῴου μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔστι καὶ ἀνθρώπου μὴ ὑπάρχοντος οὐδὲ Σωκράτης ὑφέστηκεν, συναναιρουμένων τοῖς γένεσι τῶν εἰδῶν, οὕτω μὴ οὔσης γενικῆς ἀποδείξεως οἴχεται καὶ ἅπασα ἡ ἐπ' εἴδους ἀπόδειξις˙