HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,346
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,346.rdf
1.
[8.339] τῷ μὲν γὰρ εἴδει οὐ πάντως συναναιρεῖται τὸ γένος, καθάπερ τῷ Σωκράτει ὁ ἄνθρωπος, τῷ
γένει δ', ὥσπερ εἶπον, συμπεριγράφεται τὸ εἶδος. ἀναγκαῖον οὖν ἐστι καὶ τοῖς τὴν ἀπόδειξιν
σαλεύουσι 〈λόγοις〉 μὴ ἄλλην τινὰ κινεῖν ὅτι μὴ τὴν γενικήν, ᾗ καὶ τὰς λοιπὰς ἀκολουθεῖν
συμβέβηκεν.