1.

[8.340] Ἐπεὶ τοίνυν ἄδηλόν ἐστιν ἡ ἀπόδειξις, ὡς ἐπελογισάμεθα (Cfr. §§ 322 sqq.), ὀφείλει ἀποδεδεῖχθαι˙ πᾶν γὰρ ἄδηλον, ἀναποδείκτως λαμβανόμενον, ἔστιν ἄπιστον. ἤτοι οὖν ὑπὸ γενικῆς ἀποδείξεως καταστήσεται τὸ εἶναί τι ἀπόδειξιν ἢ ὑπὸ εἰδικῆς.