1.

[8.341] ἀλλ' ὑπὸ μὲν εἰδικῆς οὐδαμῶς˙ οὔπω γὰρ οὐδεμία καθίσταται εἰδικὴ ἀπόδειξις διὰ τὸ μήπω ὡμολογῆσθαι τὴν γενικήν. ὡς γὰρ μηδέπω σαφοῦς ὄντος τοῦ ὅτι ἔστι ζῷον, οὐδὲ ὅτι ἵππος ἔστι γνώριμον καθέστηκεν, οὕτω μηδέπω συνομολογηθέντος τοῦ ὅτι ἔστι γενικὴ ἀπόδειξις, οὐκ ἂν εἴη τις τῶν ἐπὶ μέρους ἀποδείξεων πιστή,