1.

[8.342] μετὰ τοῦ καὶ εἰς τὸν δι' ἀλλήλων τρόπον ἡμᾶς ἐμπίπτειν˙ ἵνα μὲν γὰρ ἡ γενικὴ ἀπόδειξις βεβαιωθῇ, τὴν εἰδικὴν ἡμᾶς ἔχειν δεῖ πιστήν, ἵνα δὲ ἡ εἰδικὴ ὁμολογηθῇ, τὴν γενικὴν ἔχειν βέβαιον, ὥστε μήτε ἐκείνην πρὸ ταύτης ἔχειν δύνασθαι μήτε ταύτην πρὸ ἐκείνης. οὐκοῦν ὑπὸ μὲν εἰδικῆς ἀποδείξεως ἀμήχανον τὴν γενικὴν ἀποδειχθῆναι.