1.

[8.343] καὶ μὴν οὐδ' ὑπὸ γενικῆς˙ αὕτη γάρ ἐστιν ἡ ζητουμένη, ἄδηλος δὲ οὖσα καὶ ζητουμένη οὐκ ἂν εἴη κατασκευαστικὴ ἑαυτῆς, ἥ γε καὶ τῶν ἐκκαλυπτόντων αὐτὴν ἔχρῃζεν. ἐκτὸς εἰ μὴ ἐξ ὑποθέσεως (Cfr. PH I 173 et M III 6-17) ληφθεῖσα λέγεταί τινος εἶναι κατασκευαστική. εἰ δὲ ἅπαξ ἐξ ὑποθέσεως λαμβάνεταί τινα καὶ ἔστι πιστά, τίς ἔτι χρεία ἀποδεικνύναι αὐτά, αὐτόθεν δυναμένων ἡμῶν λαμβάνειν ταῦτα καὶ ἀναποδείκτως διά γε τὴν ὑπόθεσιν ἔχειν πιστά;