1.

[8.344] πρὸς τούτοις˙ εἰ ἡ γενικὴ ἀπόδειξις παραστατική ἐστι τῆς γενικῆς ἀποδείξεως, ἔσται ἡ αὐτὴ περιφανὴς ἅμα καὶ ἄδηλος, καὶ ᾗ μὲν ἀποδείκνυσι, περιφανής, ᾗ δὲ ἀποδείκνυται, ἄδηλος. ἔσται θ' ὁμοίως πιστή τε καὶ ἄπιστος, πιστὴ μὲν ὅτι ἐκκαλυπτική τινός ἐστιν, ἄπιστος δὲ ὅτι ἐκκαλύπτεται. πάνυ δὲ ἄτοπον ταὐτὸ λέγειν πρόδηλον ἅμα καὶ ἄδηλον πιστόν τε καὶ ἄπιστον. τοίνυν καὶ τὸ ἀξιοῦν τὴν γενικὴν ἀπόδειξιν ἑαυτῆς εἶναι παραστατικὴν ἐστὶν ἄτοπον.