1.

[8.345] (§345 Cfr. §§ 383-384 et PH II 172) Οὐ μὴν ἀλλὰ καὶ κατ' ἄλλον τρόπον οὐχ οἷον ἀπόδειξιν ἀλλ' οὐδ' ἕτερόν τι τῶν ὄντων διὰ γενικῆς ἀποδείξεως δυνατόν ἐστι παρασταθῆναι. ἤτοι γὰρ τάδε τινὰ ἔχει λήμματα καὶ τήνδε τινὰ ἐπιφορὰν ἡ γενικὴ ἀπόδειξις 〈ἢ οὐκ ἔχει〉. τάδε δέ τινα ἔχουσα λήμματα καὶ τήνδε τινὰ ἐπιφορὰν μία γέγονε τῶν ἐπ' εἴδους. εἰ δ' οὐκ ἔχει λήμματα καὶ ἐπιφοράν, ἐπεὶ οὐ χωρὶς λημμάτων καὶ ἐπιφορᾶς συνάγει ἡ ἀπόδειξις, οὐδὲν συνάξει ἡ γενικὴ ἀπόδειξις, μηδὲν δὲ συνάγουσα οὐδὲ τὸ ἑαυτὴν εἶναι συνάξει.