1.

[8.347] καὶ μὴν εἴπερ ἡ πρώτη ἀπόδειξις ἀποδείκνυται, ἤτοι ὑπὸ ζητουμένης ἀποδείξεως ἀποδείκνυται ἢ ὑπὸ ἀζητήτου. οὔτε δὲ ὑπὸ ἀζητήτου˙ πᾶσα γὰρ ἀπόδειξις τῆς πρώτης ὑπ' ἀμφισβήτησιν πεπτωκυίας ζητεῖται˙ οὔτε ὑπὸ ζητουμένης˙ πάλιν γὰρ ἐκείνη εἰ ζητεῖται, ὑπ' ἄλλης ἀποδείξεως ὀφείλει κατασταθῆναι, καὶ ἡ τρίτη ὑπὸ τετάρτης, καὶ ἡ τετάρτη ὑπὸ πέμπτης, καὶ τοῦτ' εἰς ἄπειρον. τοίνυν οὐκ ἔστι βεβαίως ἔχειν τὴν ἀπόδειξιν.