1.

[8.348] Δημήτριος δὲ ὁ Λάκων (Cfr. PH III 137 et DL X 25), τῶν κατὰ τὴν Ἐπικούρειον αἵρεσιν ἐπιφανῶν, εὐαπόλυτον ἔλεγεν εἶναι τὴν τοιαύτην ἔνστασιν. ‘μίαν γάρ, φησί, τῶν ἐπ' εἴδους ἀποδείξεων (οἷον τὴν συνάγουσαν, ὅτι ἄτομα ἔστι στοιχεῖα ἢ ὅτι κενὸν ἔστι) καταστησάμενοι καὶ βεβαίαν δείξαντες αὐτόθεν ἕξομεν ἐν ταύτῃ καὶ τὴν γενικὴν ἀπόδειξιν πιστήν˙ ὅπου γὰρ ἔστι τό τινος γένους εἶδος, ἐκεῖ πάντως εὑρίσκεται καὶ γένος οὗ ἐστι τὸ εἶδος,’ καθάπερ ἀνώτερον ὑπεμνήσαμεν (Cfr. § 338).