1.

[8.349] τοῦτο δὲ δοκεῖ μὲν εἶναι πιθανόν, ἔστι δ' ἀδύνατον. πρῶτον μὲν γὰρ οὐδεὶς ἐάσει τὸν Λάκωνα τὴν εἰδικὴν ἀπόδειξιν καταστήσασθαι τῆς γενικῆς μὴ προϋφεστώσης˙ καὶ ὡς αὐτὸς ἀξιοῖ, ὅτι ἔχων τὴν εἰδικὴν ἀπόδειξιν εὐθέως ἔχει καὶ τὴν γενικήν, οὕτω καὶ οἱ σκεπτικοὶ ἀξιώσουσι προαποδειχθῆναι τὸ γένος αὐτῆς, ἵνα πιστευθῇ τὸ εἶδος.