1.

[8.350] οὐ μὴν ἀλλὰ κἂν ἐκεῖνοι ἐπιτρέψωσιν αὐτῷ τὸ τοιοῦτο (λέγω δὲ εἰδικήν τινα καταστήσασθαι ἀπόδειξιν εἰς βεβαίωσιν τῆς γενικῆς), οἱ μὲν ἀπὸ τῶν ὁμογενῶν αἱρέσεων οὐχ ἡσυχάσουσιν, ἀλλ' ὁποίαν ἂν προχειρίσηται ὡς πιστὴν ἀπόδειξιν, ταύτην ἀνατρέψουσι, πολύ τε πλῆθος ἕξει τῶν οὐκ ἐώντων ταύτην τεθῆναι. οἷον εἰ τὴν περὶ ἀτόμων λαμβάνοι, ἀμύθητοι ἀντιφθέγξονται αὐτῷ˙ εἰ τὴν περὶ κενοῦ, παμπληθεῖς ἐνστήσονται˙ εἰ τὴν περὶ εἰδώλων (Cfr. § 65), ὡσαύτως.