1.

[8.351] κἂν τὰ μάλιστα οὖν συντρέχωσιν αὐτοῦ τῇ προαιρέσει οἱ ἀπὸ τῆς σκέψεως, οὐ δυνήσεται μίαν τῶν ἐπὶ μέρους ἀποδείξεων πιστώσασθαι διὰ τὴν τῶν δογματικῶν μάχην.
ἄλλως τε τίνα ποτὲ καὶ λέγει βεβαίαν ἕξειν εἰδικὴν ἀπόδειξιν; ἤτοι γὰρ τὴν αὐτόθεν ἐξ ἁπασῶν ἀρεσκομένην αὐτῷ ἢ τὴν ὁποιανδηποτοῦν ἢ τὴν ἀποδεικνυμένην. ἀλλὰ τὸ μὲν τὴν ἐξ ἁπασῶν ἀρεσκομένην αὐτῷ λαμβάνειν αὔθαδες καὶ ἀποκληρώσει μᾶλλον ἐοικός ἐστιν˙