HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,359
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,359.rdf
1.
[8.352] εἰ δὲ τὴν ὁποιανοῦν, πάσας θήσει τὰς ἀποδείξεις, τοῦτο μὲν τὰς τῶν Ἐπικουρείων, τοῦτο δὲ τὰς τῶν Στωικῶν καὶ
ἤδη Περιπατητικῶν˙ ὅπερ ἄτοπον. εἰ δὲ τὴν
ἀποδεικνυμένην, οὐκ ἔστιν ἀπόδειξις˙ εἰ γὰρ ἀποδείκνυται ζητεῖται, καὶ ζητουμένη οὐκ ἂν εἴη
πιστή, ἀλλὰ τῶν βεβαιωσόντων δεομένη. οὐκ ἄρα δυνατόν ἐστι μίαν τῶν ἐπὶ μέρους ἀποδείξεων ἔχειν
πιστήν.