1.

[8.352] εἰ δὲ τὴν ὁποιανοῦν, πάσας θήσει τὰς ἀποδείξεις, τοῦτο μὲν τὰς τῶν Ἐπικουρείων, τοῦτο δὲ τὰς τῶν Στωικῶν καὶ ἤδη Περιπατητικῶν˙ ὅπερ ἄτοπον. εἰ δὲ τὴν ἀποδεικνυμένην, οὐκ ἔστιν ἀπόδειξις˙ εἰ γὰρ ἀποδείκνυται ζητεῖται, καὶ ζητουμένη οὐκ ἂν εἴη πιστή, ἀλλὰ τῶν βεβαιωσόντων δεομένη. οὐκ ἄρα δυνατόν ἐστι μίαν τῶν ἐπὶ μέρους ἀποδείξεων ἔχειν πιστήν.