HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,361
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,361.rdf
1.
[8.354] εἰ γὰρ πάντα τὰ ὄντα ἤτοι αἰσθητά ἐστιν ἢ νοητά, ὀφείλει καὶ τὰ λήμματα τῆς
ἀποδείξεως [αὐτῆς] ἤτοι αἰσθητὰ εἶναι ἢ νοητά. ἐάν τε δὲ αἰσθητὰ ἐάν τε νοητὰ ᾖ, ἐζήτηται. τὰ
μὲν γὰρ αἰσθητὰ ἢ ὑπόκειται τοιαῦτα ὁποῖα φαίνεται, ἢ κενοπαθήματά (Cfr. § 213) ἐστι καὶ ἀναπλάσματα τῆς διανοίας, ἢ τινὰ μὲν αὐτῶν σὺν τῷ φαίνεσθαι
καὶ ἔστι, τινὰ δὲ φαίνεται μόνον, οὐκέτι δέ γε καὶ ὑπόκειται. καὶ πάρεστιν ἐπισήμους ἰδεῖν
ἄνδρας τοὺς ἑκάστης στάσεως προεστῶτας,