1.

[8.355] εἴγε Δημόκριτος μὲν πᾶσαν αἰσθητὴν ὕπαρξιν κεκίνηκεν (Cfr. 68 B 1 Diels-Kranz), Ἐπίκουρος δὲ πᾶν αἰσθητὸν βέβαιον ἔλεξεν εἶναι (Cfr. §§ 8 sqq.), ὁ δὲ Στωικὸς Ζήνων διαιρέσει ἐχρήσατο (Cfr.
SVF fr. I 63 Arn. (ed).
) , ὥστ' ἐὰν ᾖ αἰσθητὰ τὰ λήμματα, διάφωνά ἐστιν. ὡσαύτως δὲ κἂν νοητὰ τυγχάνῃ˙ καὶ γὰρ περὶ τούτων, τοῦτο μὲν ἐντῷ βίῳ, τοῦτο δὲ ἐν φιλοσοφίᾳ, πλείστην πάρεστιν ἰδεῖν μάχην, ἄλλοις ἄλλων ἀρεσκομένων.