HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,363
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-8,363.rdf
1.
[8.356] εἶτα πρὸς τοῖς λεχθεῖσιν, εἰ πᾶν νοητὸν τὴν ἀρχὴν ἔχει καὶ πηγὴν τῆς βεβαιώσεως (Cfr.
§ 58) ἐξ αἰσθήσεως, τὰ δὲ δι' αἰσθήσεως γνωριζόμενα, ὡς
ἐπελογισάμεθα, διάφωνά ἐστιν, ἀνάγκη καὶ τὰ νοητὰ τοιαῦτα τυγχάνειν, ὥστε καὶ τὰ λήμματα τῆς
ἀποδείξεως, ἐξ ὁποτέρας ἂν ᾖ μοίρας, ἄπιστά ἐστι καὶ ἀβέβαια. διὰ δὲ τοῦτο καὶ ἡ ἀπόδειξις οὐ
πιστή.