1.

[8.356] εἶτα πρὸς τοῖς λεχθεῖσιν, εἰ πᾶν νοητὸν τὴν ἀρχὴν ἔχει καὶ πηγὴν τῆς βεβαιώσεως (Cfr. § 58) ἐξ αἰσθήσεως, τὰ δὲ δι' αἰσθήσεως γνωριζόμενα, ὡς ἐπελογισάμεθα, διάφωνά ἐστιν, ἀνάγκη καὶ τὰ νοητὰ τοιαῦτα τυγχάνειν, ὥστε καὶ τὰ λήμματα τῆς ἀποδείξεως, ἐξ ὁποτέρας ἂν ᾖ μοίρας, ἄπιστά ἐστι καὶ ἀβέβαια. διὰ δὲ τοῦτο καὶ ἡ ἀπόδειξις οὐ πιστή.