1.

[8.357] Καὶ ἵνα καθολικώτερον εἴπωμεν, τὰ λήμματα φαινόμενά ἐστι, τὰ δὲ φαινόμενα ἐζήτηται εἰ ὑπόκειται, τὰ δὲ ζητούμενα οὐκ αὐτόθεν ἐστὶ λήμματα, ἀλλὰ ὀφείλει διά τινος βεβαιωθῆναι. τὸ οὖν φαινόμενον, 〈ὅτι〉, ὁποῖον φαίνεται, καὶ ὑπόκειται, διὰ τίνος ἔχομεν παραστῆσαι;